Heracleidae
Euripides
Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.
- οἵδ’ οὐ προδώσουσίν σε, μὴ τρέσῃς, ξένοι.
- τοσόνδε γάρ τοι θάρσος, οὐδὲν ἄλλʼ ἔχω.
- καὶ Ζηνὶ τῶν σῶν, οἶδʼ ἐγώ, μέλει πόνων.
- φεῦ·
- Ζεὺς ἐξ ἐμοῦ μὲν οὐκ ἀκούσεται κακῶς·
- εἰ δʼ ἐστὶν ὅσιος αὐτὸς οἶδεν εἰς ἐμέ.
- ὅπλων μὲν ἤδη τήνδʼ ὁρᾷς παντευχίαν,
- φθάνοις δʼ ἂν οὐκ ἂν τοῖσδε συγκρύπτων δέμας·
- ὡς ἐγγὺς ἁγών, καὶ μάλιστʼ Ἄρης στυγεῖ
- μέλλοντας· εἰ δὲ τευχέων φοβῇ βάρος,
- νῦν μὲν πορεύου γυμνός, ἐν δὲ τάξεσιν
- κόσμῳ πυκάζου τῷδʼ· ἐγὼ δʼ οἴσω τέως.
- καλῶς ἔλεξας· ἀλλʼ ἐμοὶ πρόχειρʼ ἔχων
- τεύχη κόμιζε, χειρὶ δʼ ἔνθες ὀξύην,
- λαιόν τʼ ἔπαιρε πῆχυν, εὐθύνων πόδα.
- ἦ παιδαγωγεῖν γὰρ τὸν ὁπλίτην χρεών;
- ὄρνιθος οὕνεκʼ ἀσφαλῶς πορευτέον.
- εἴθʼ ἦσθα δυνατὸς δρᾶν ὅσον πρόθυμος εἶ.
- ἔπειγε· λειφθεὶς δεινὰ πείσομαι μάχης.
- σύ τοι βραδύνεις, οὐκ ἐγὼ δοκῶ τι δρᾶν.