Heracleidae

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.

  1. ἦ παιδαγωγεῖν γὰρ τὸν ὁπλίτην χρεών;
Ἰόλαος
  1. ὄρνιθος οὕνεκʼ ἀσφαλῶς πορευτέον.
Θεράπων
  1. εἴθʼ ἦσθα δυνατὸς δρᾶν ὅσον πρόθυμος εἶ.
Ἰόλαος
  1. ἔπειγε· λειφθεὶς δεινὰ πείσομαι μάχης.
Θεράπων
  1. σύ τοι βραδύνεις, οὐκ ἐγὼ δοκῶ τι δρᾶν.
Ἰόλαος
  1. οὔκουν ὁρᾷς μου κῶλον ὡς ἐπείγεται;
Θεράπων
  1. ὁρῶ δοκοῦντα μᾶλλον ἢ σπεύδοντά σε.
Ἰόλαος
  1. οὐ ταῦτα λέξεις, ἡνίκʼ ἂν λεύσσῃς μʼ ἐκεῖ.
Θεράπων
  1. τί δρῶντα; βουλοίμην δʼ ἂν εὐτυχοῦντά γε.
Ἰόλαος
  1. διʼ ἀσπίδος θείνοντα πολεμίων τινά.
Θεράπων
  1. εἰ δή ποθʼ ἥξομέν γε· τοῦτο γὰρ φόβος.
Ἰόλαος
  1. φεῦ·
  2. εἴθʼ, ὦ βραχίων, οἷον ἡβήσαντά σε