Heracleidae

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.

  1. καὶ Ζηνὶ τῶν σῶν, οἶδʼ ἐγώ, μέλει πόνων.
Ἀλκμήνη
  1. φεῦ·
  2. Ζεὺς ἐξ ἐμοῦ μὲν οὐκ ἀκούσεται κακῶς·
  3. εἰ δʼ ἐστὶν ὅσιος αὐτὸς οἶδεν εἰς ἐμέ.
Θεράπων
  1. ὅπλων μὲν ἤδη τήνδʼ ὁρᾷς παντευχίαν,
  2. φθάνοις δʼ ἂν οὐκ ἂν τοῖσδε συγκρύπτων δέμας·
  3. ὡς ἐγγὺς ἁγών, καὶ μάλιστʼ Ἄρης στυγεῖ
  4. μέλλοντας· εἰ δὲ τευχέων φοβῇ βάρος,
  5. νῦν μὲν πορεύου γυμνός, ἐν δὲ τάξεσιν
  6. κόσμῳ πυκάζου τῷδʼ· ἐγὼ δʼ οἴσω τέως.
Ἰόλαος
  1. καλῶς ἔλεξας· ἀλλʼ ἐμοὶ πρόχειρʼ ἔχων
  2. τεύχη κόμιζε, χειρὶ δʼ ἔνθες ὀξύην,
  3. λαιόν τʼ ἔπαιρε πῆχυν, εὐθύνων πόδα.