Heracleidae
Euripides
Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.
- μεμνήμεθʼ ἡμεῖς, ἡνίκα ξὺν Ἡρακλεῖ
- Σπάρτην ἐπόρθεις, σύμμαχος γένοιό μοι
- τοιοῦτος· οἵαν ἂν τροπὴν Εὐρυσθέως
- θείμην· ἐπεί τοι καὶ κακὸς μένειν δόρυ.
- ἔστιν δʼ ἐν ὄλβῳ καὶ τόδʼ οὐκ ὀρθῶς ἔχον,
- εὐψυχίας δόκησις· οἰόμεσθα γὰρ
- τὸν εὐτυχοῦντα πάντʼ ἐπίστασθαι καλῶς.
- Γᾶ καὶ παννύχιος σελά-
- να καὶ λαμπρόταται θεοῦ
- φαεσίμβροτοι αὐγαί,
- ἀγγελίαν μοι ἐνέγκαιτʼ·
- ἰαχήσατε δʼ οὐρανῷ
- καὶ παρὰ θρόνον ἀρχέταν