Heracleidae

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.

  1. χώρει· τί μοχθεῖς ταῦτʼ; ἀνίστασθαί σε χρὴ
  2. ἐς Ἄργος, οὗ σε λεύσιμος μένει δίκη.
Ἰόλαος
  1. οὐ δῆτʼ, ἐπεί μοι βωμὸς ἀρκέσει θεοῦ,
  2. ἐλευθέρα τε γαῖʼ ἐν ᾗ βεβήκαμεν.
Κῆρυξ
  1. βούλῃ πόνον μοι τῇδε προσθεῖναι χερί;
Ἰόλαος
  1. οὔτοι βίᾳ γέ μʼ οὐδὲ τούσδʼ ἄξεις λαβών.
Κῆρυξ
  1. γνώσῃ σύ· μάντις δʼ ἦσθʼ ἄρʼ οὐ καλὸς τάδε.
Ἰόλαος
  1. οὐκ ἂν γένοιτο τοῦτʼ ἐμοῦ ζῶντός ποτε.
Κῆρυξ
  1. ἄπαιρʼ· ἐγὼ δὲ τούσδε, κἂν σὺ μὴ θέλῃς,
  2. ἄξω νομίζων, οὗπέρ εἰσʼ, Εὐρυσθέως.
Ἰόλαος
  1. ὦ τὰς Ἀθήνας δαρὸν οἰκοῦντες χρόνον,
  2. ἀμύνεθʼ· ἱκέται δʼ ὄντες ἀγοραίου Διὸς
  3. βιαζόμεσθα καὶ στέφη μιαίνεται —