Heracleidae

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.

  1. τί πονεῖς ἄλλως ἃ σὲ μὲν βλάψει,
  2. σμικρὰ δʼ ὀνήσει πόλιν ἡμετέραν;
  3. χρὴ γνωσιμαχεῖν τὴν ἡλικίαν,
  4. τὰ δʼ ἀμήχανʼ ἐᾶν· οὐκ ἔστιν ὅπως
  5. ἥβην κτήσῃ πάλιν αὖθις.
Ἀλκμήνη
  1. τί χρῆμα μέλλεις σῶν φρενῶν οὐκ ἔνδον ὢν
  2. λιπεῖν μʼ ἔρημον σὺν τέκνοις ἐμοῖς; ---
Ἰόλαος
  1. ἀνδρῶν γὰρ ἀλκή· σοὶ δὲ χρῆν τούτων μέλειν.
Ἀλκμήνη
  1. τί δʼ; ἢν θάνῃς σύ, πῶς ἐγὼ σωθήσομαι;
Ἰόλαος
  1. παιδὸς μελήσει παισὶ τοῖς λελειμμένοις.
Ἀλκμήνη
  1. ἢν δʼ οὖν, ὃ μὴ γένοιτο, χρήσωνται τύχῃ;
Ἰόλαος
  1. οἵδ’ οὐ προδώσουσίν σε, μὴ τρέσῃς, ξένοι.
Ἀλκμήνη
  1. τοσόνδε γάρ τοι θάρσος, οὐδὲν ἄλλʼ ἔχω.