Heracleidae
Euripides
Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.
- ἔστʼ ἐν δόμοισιν ἔνδον αἰχμάλωθʼ ὅπλα,
- τοῖς δʼ οὖσι χρησόμεσθα· κἀποδώσομεν
- ζῶντες, θανόντας δʼ οὐκ ἀπαιτήσει θεός.
- ἀλλʼ εἴσιθʼ εἴσω κἀπὸ πασσάλων ἑλὼν
- ἔνεγχ’ ὁπλίτην κόσμον ὡς τάχιστά μοι.
- αἰσχρὸν γὰρ οἰκούρημα γίγνεται τόδε,
- τοὺς μὲν μάχεσθαι, τοὺς δὲ δειλίᾳ μένειν.
- λῆμα μὲν οὔπω στόρνυσι χρόνος
- τὸ σόν, ἀλλʼ ἡβᾷ, σῶμα δὲ φροῦδον.
- τί πονεῖς ἄλλως ἃ σὲ μὲν βλάψει,
- σμικρὰ δʼ ὀνήσει πόλιν ἡμετέραν;
- χρὴ γνωσιμαχεῖν τὴν ἡλικίαν,
- τὰ δʼ ἀμήχανʼ ἐᾶν· οὐκ ἔστιν ὅπως
- ἥβην κτήσῃ πάλιν αὖθις.
- τί χρῆμα μέλλεις σῶν φρενῶν οὐκ ἔνδον ὢν
- λιπεῖν μʼ ἔρημον σὺν τέκνοις ἐμοῖς; ---
- ἀνδρῶν γὰρ ἀλκή· σοὶ δὲ χρῆν τούτων μέλειν.
- τί δʼ; ἢν θάνῃς σύ, πῶς ἐγὼ σωθήσομαι;
- παιδὸς μελήσει παισὶ τοῖς λελειμμένοις.
- ἢν δʼ οὖν, ὃ μὴ γένοιτο, χρήσωνται τύχῃ;