Heracleidae
Euripides
Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.
- τοῦδʼ οὐκέθʼ ἡμῖν τοῦ λόγου μέτεστι δή.
- μέτεστιν· ἡμῶν δʼ ἔργον ἱστορεῖν τάδε.
- τί δῆτα βούλῃ τῶν πεπραγμένων μαθεῖν;
- πόσον τι πλῆθος συμμάχων πάρεστʼ ἔχων;
- πολλούς· ἀριθμὸν δʼ ἄλλον οὐκ ἔχω φράσαι.
- ἴσασιν, οἶμαι, ταῦτʼ· Ἀθηναίων πρόμοι;
- ἴσασι· καὶ δὴ λαιὸν ἕστηκεν κέρας.
- ἤδη γὰρ ὡς ἐς ἔργον ὥπλισται στρατός;
- καὶ δὴ παρῆκται σφάγια τάξεων ἑκάς.
- πόσον τι δʼ ἔστʼ ἄπωθεν Ἀργεῖον δόρυ;
- ὥστʼ ἐξορᾶσθαι τὸν στρατηγὸν ἐμφανῶς.
- τί δρῶντα; μῶν τάσσοντα πολεμίων στίχας;
- ᾐκάζομεν ταῦτʼ· οὐ γὰρ ἐξηκούομεν.