Heracleidae
Euripides
Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.
- μήτηρ ἔτʼ· εἰ δὲ τῶνδε προσθίξῃ χερί,
- δυοῖν γερόντοιν οὐ καλῶς ἀγωνιῇ.
- θάρσει, γεραιά, μὴ τρέσῃς· οὐκ Ἀργόθεν
- κῆρυξ ἀφῖκται πολεμίους λόγους ἔχων.
- τί γὰρ βοὴν ἔστησας ἄγγελον φόβου;
- σέ, πρόσθε ναοῦ τοῦδʼ ὅπως βαίης πέλας.
- οὐκ ἴσμεν ἡμεῖς ταῦτα· τίς γάρ ἐσθʼ ὅδε;
- ἥκοντα παῖδα παιδὸς ἀγγέλλει σέθεν.
- ὦ χαῖρε καὶ σὺ τοῖσδε τοῖς ἀγγέλμασιν.
- ἀτὰρ τί χώρᾳ τῇδε προσβαλὼν πόδα
- ποῦ νῦν ἄπεστι; τίς νιν εἶργε συμφορὰ
- σὺν σοὶ φανέντα δεῦρʼ ἐμὴν τέρψαι φρένα;
- στρατὸν καθίζει τάσσεταί θʼ ὃν ἦλθʼ ἔχων.