Heracleidae

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.

  1. ἀλλʼ εἶμ’· ἐρήμους δεσπότας τοὐμὸν μέρος
  2. οὐκ ἂν θέλοιμι πολεμίοισι συμβαλεῖν.
Ἰόλαος
  1. κἄγωγε σὺν σοί· ταὐτὰ γὰρ φροντίζομεν,
  2. φίλοις παρόντες, ὡς ἔοιγμεν, ὠφελεῖν.
Θεράπων
  1. ἥκιστα πρὸς σοῦ μῶρον ἦν εἰπεῖν ἔπος.
Ἰόλαος
  1. καὶ μὴ μετασχεῖν γʼ ἀλκίμου μάχης φίλοις.
Θεράπων
  1. οὐκ ἔστʼ ἐν ὄψει τραῦμα μὴ δρώσης χερός.
Ἰόλαος
  1. τί δʼ; οὐ σθένοιμι κἂν ἐγὼ δι’ ἀσπίδος;
Θεράπων
  1. σθένοις ἄν, ἀλλὰ πρόσθεν αὐτὸς ἂν πέσοις.
Ἰόλαος
  1. οὐδεὶς ἔμʼ ἐχθρῶν προσβλέπων ἀνέξεται.
Θεράπων
  1. οὐκ ἔστιν, ὦ τᾶν, ἥ ποτʼ ἦν ῥώμη σέθεν.
Ἰόλαος
  1. ἀλλʼ οὖν μαχοῦνται γʼ ἀριθμὸν οὐκ ἐλάσσοσι.
Θεράπων
  1. σμικρὸν τὸ σὸν σήκωμα προστίθης φίλοις.