Heracleidae
Euripides
Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.
- Ὕλλου πενέστης· οὔ με γιγνώσκεις ὁρῶν;
- ὦ φίλταθʼ, ἥκεις ἆρα σωτὴρ νῷν βλάβης;
- μάλιστα· καὶ πρός γʼ εὐτυχεῖς τὰ νῦν τάδε.
- ὦ μῆτερ ἐσθλοῦ παιδός, Ἀλκμήνην λέγω,
- ἔξελθʼ, ἄκουσον τοῦδε φιλτάτους λόγους.
- πάλαι γὰρ ὠδίνουσα τῶν ἀφιγμένων
- ψυχὴν ἐτήκου νόστος εἰ γενήσεται.
- τί χρῆμʼ ἀϋτῆς πᾶν τόδʼ ἐπλήσθη στέγος
- Ἰόλαε; μῶν τίς σʼ αὖ βιάζεται παρὼν
- κῆρυξ ἀπʼ Ἄργους; ἀσθενὴς μὲν ἥ γʼ ἐμὴ
- ῥώμη, τοσόνδε δʼ εἰδέναι σʼ ἐχρῆν, ξένε,
- οὐκ ἔστʼ ἄγειν σε τούσδʼ ἐμοῦ ζώσης ποτέ.
- ἦ τἄρ’ ἐκείνου μὴ νομιζοίμην ἐγὼ