Heracleidae
Euripides
Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.
- ---
- ---
- ---
- ---
- ὦ τέκνα, χαίρετʼ· Ἰόλεως δὲ ποῦ γέρων;
- μήτηρ τε πατρὸς τῆσδʼ ἕδρας ἀποστατεῖ;
- πάρεσμεν, οἵα δή γʼ ἐμοῦ παρουσία.
- τί χρῆμα κεῖσαι καὶ κατηφὲς ὄμμʼ ἔχεις;
- φροντίς τις ἦλθʼ οἰκεῖος, ᾗ συνειχόμην.
- ἔπαιρέ νυν σεαυτόν, ὄρθωσον κάρα.
- γέροντές ἐσμεν κοὐδαμῶς ἐρρώμεθα.
- ἥκω γε μέντοι χάρμα σοι φέρων μέγα.
- τίς δʼ εἶ σύ; ποῦ σοι συντυχὼν ἀμνημονῶ;