Heracleidae

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.

  1. μόρσιμα δʼ οὔτι φυγεῖν θέμις, οὐ σοφί-
  2. ᾳ τις ἀπώσεται, ἀλλὰ μάταν ὁ πρό-
  3. θυμος ἀεὶ πόνον ἕξει.
Χορός
  1. ἀλλὰ σὺ μὴ προπίτνων τὰ θεῶν φέρε, μηδʼ ὑπεράλγει
  2. φροντίδα λύπᾳ·
  3. εὐδόκιμον γὰρ ἔχει θανάτου μέρος
  4. ἁ μελέα πρό τʼ ἀδελφῶν καὶ γᾶς·
  5. οὐδʼ ἀκλεής νιν
  6. δόξα πρὸς ἀνθρώπων ὑποδέξεται·
  7. ἁ δʼ ἀρετὰ βαίνει διὰ μόχθων.
  8. ἄξια μὲν πατρός, ἄξια δʼ εὐγενί-
  9. ας τάδε γίγνεται· εἰ δὲ σέβεις θανά-
  10. τους ἀγαθῶν, μετέχω σοι.