Heracleidae

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.

  1. ὦ παῖδες, οἰχόμεσθα· λύεται μέλη
  2. λύπῃ· λάβεσθε κεἰς ἕδραν μʼ ἐρείσατε
  3. αὐτοῦ πέπλοισι τοῖσδε κρύψαντες, τέκνα.
  4. ὡς οὔτε τούτοις ἥδόμαι πεπραγμένοις,
  5. χρησμοῦ τε μὴ κρανθέντος οὐ βιώσιμον·
  6. μείζων γὰρ ἄτη· συμφορὰ δὲ καὶ τάδε.
Χορός
  1. οὔτινά φημι θεῶν ἄτερ ὄλβιον, οὐ βαρύποτμον,
  2. ἄνδρα γενέσθαι·
  3. οὐδὲ τὸν αὐτὸν ἀεὶ βεβάναι δόμον
  4. εὐτυχίᾳ· παρὰ δʼ ἄλλαν ἄλλα
  5. μοῖρα διώκει.
  6. τὸν μὲν ἀφʼ ὑψηλῶν βραχὺν ᾤκισε,
  7. τὸν δʼ ἀλέταν εὐδαίμονα τεύχει.