Heracleidae
Euripides
Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.
- κάλλιστά τοι δίκαιον· οὐ γὰρ ἐνδεὴς
- ὑμῖν παρέστην, ἀλλὰ προύθανον γένους.
- τάδʼ ἀντὶ παίδων ἐστί μοι κειμήλια
- καὶ παρθενείας, εἴ τι δὴ κάτω χθονός·
- εἴη γε μέντοι μηδέν. εἰ γὰρ ἕξομεν
- κἀκεῖ μερίμνας οἱ θανούμενοι βροτῶν,
- οὐκ οἶδ’ ὅποι τις τρέψεται· τὸ γὰρ θανεῖν
- κακῶν μέγιστον φάρμακον νομίζεται.
- ἀλλʼ, ὦ μέγιστον ἐκπρέπουσʼ εὐψυχίᾳ
- πασῶν γυναικῶν, ἴσθι, τιμιωτάτη
- καὶ ζῶσʼ ὑφʼ ἡμῶν καὶ θανοῦσʼ ἔσῃ πολύ·
- καὶ χαῖρε· δυσφημεῖν γὰρ ἅζομαι θεάν,
- ᾗ σὸν κατῆρκται σῶμα, Δήμητρος κόρην.