Heracleidae

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.

  1. ἐγὼ μὲν ἀμφὶ τοῖσδε καλχαίνων τέκνοις,
  2. ἣ δʼ αὖ τὸ θῆλυ παιδὸς Ἀλκμήνη γένος
  3. ἔσωθε ναοῦ τοῦδʼ ὑπηγκαλισμένη
  4. σῴζει· νέας γὰρ παρθένους αἰδούμεθα
  5. ὄχλῳ πελάζειν κἀπιβωμιοστατεῖν.
  6. Ὕλλος δʼ ἀδελφοί θʼ οἷσι πρεσβεύει γένος
  7. ζητοῦσʼ ὅπου γῆς πύργον οἰκιούμεθα,
  8. ἢν τῆσδʼ ἀπωθώμεσθα πρὸς βίαν χθονός.
  9. ὦ τέκνα τέκνα, δεῦρο, λαμβάνεσθʼ ἐμῶν
  10. πέπλων· ὁρῶ κήρυκα τόνδʼ Εὐρυσθέως
  11. στείχοντʼ ἐφʼ ἡμᾶς, οὗ διωκόμεσθʼ ὕπο
  12. πάσης ἀλῆται γῆς ἀπεστερημένοι.
  13. ὦ μῖσος, εἴθʼ ὄλοιο χὡ πέμψας σ’ ἀνήρ·
  14. ὡς πολλὰ δὴ καὶ τῶνδε γενναίῳ πατρὶ
  15. ἐκ τοῦδε ταὐτοῦ στόματος ἤγγειλας κακά.
Κῆρυξ
  1. ἦ που καθῆσθαι τήνδʼ ἕδραν καλὴν δοκεῖς
  2. πόλιν τʼ ἀφῖχθαι σύμμαχον, κακῶς φρονῶν·
  3. οὐ γάρ τις ἔστιν ὃς πάροιθʼ αἱρήσεται
  4. τὴν σὴν ἀχρεῖον δύναμιν ἀντʼ Εὐρυσθέως.
  5. χώρει· τί μοχθεῖς ταῦτʼ; ἀνίστασθαί σε χρὴ