Heracleidae

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.

  1. ζητοῦσʼ ὅπου γῆς πύργον οἰκιούμεθα,
  2. ἢν τῆσδʼ ἀπωθώμεσθα πρὸς βίαν χθονός.
  3. ὦ τέκνα τέκνα, δεῦρο, λαμβάνεσθʼ ἐμῶν
  4. πέπλων· ὁρῶ κήρυκα τόνδʼ Εὐρυσθέως
  5. στείχοντʼ ἐφʼ ἡμᾶς, οὗ διωκόμεσθʼ ὕπο
  6. πάσης ἀλῆται γῆς ἀπεστερημένοι.
  7. ὦ μῖσος, εἴθʼ ὄλοιο χὡ πέμψας σ’ ἀνήρ·
  8. ὡς πολλὰ δὴ καὶ τῶνδε γενναίῳ πατρὶ
  9. ἐκ τοῦδε ταὐτοῦ στόματος ἤγγειλας κακά.
Κῆρυξ
  1. ἦ που καθῆσθαι τήνδʼ ἕδραν καλὴν δοκεῖς
  2. πόλιν τʼ ἀφῖχθαι σύμμαχον, κακῶς φρονῶν·
  3. οὐ γάρ τις ἔστιν ὃς πάροιθʼ αἱρήσεται
  4. τὴν σὴν ἀχρεῖον δύναμιν ἀντʼ Εὐρυσθέως.