Heracleidae
Euripides
Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.
- ὥσπερ σύ, μηδὲν μᾶλλον· ἀρκέσουσι γάρ.
- πειρῶ δὲ σῶσαι μὴ θανεῖν, πρόθυμος ὤν·
- σοὶ παῖδές ἐσμεν, σαῖν χεροῖν τεθράμμεθα.
- ὁρᾷς δὲ κἀμὲ τὴν ἐμὴν ὥραν γάμου
- διδοῦσαν ἀντὶ τῶνδε κατθανουμένην.
- ὑμεῖς τʼ, ἀδελφῶν ἡ παροῦσʼ ὁμιλία,
- εὐδαιμονοῖτε, καὶ γένοιθʼ ὑμῖν ὅσων
- ἡμὴ πάροιθε καρδία σφαγήσεται.
- καὶ τὸν γέροντα τήν τʼ ἔσω γραῖαν δόμων
- τιμᾶτε πατρὸς μητέρʼ Ἀλκμήνην ἐμοῦ
- ξένους τε τούσδε. κἂν ἀπαλλαγὴ πόνων
- καὶ νόστος ὑμῖν εὑρεθῇ ποτʼ ἐκ θεῶν,
- μέμνησθε τὴν σώτειραν ὡς θάψαι χρεών.