Heracleidae

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.

  1. πειρῶ δὲ σῶσαι μὴ θανεῖν, πρόθυμος ὤν·
  2. σοὶ παῖδές ἐσμεν, σαῖν χεροῖν τεθράμμεθα.
  3. ὁρᾷς δὲ κἀμὲ τὴν ἐμὴν ὥραν γάμου
  4. διδοῦσαν ἀντὶ τῶνδε κατθανουμένην.
  5. ὑμεῖς τʼ, ἀδελφῶν ἡ παροῦσʼ ὁμιλία,
  6. εὐδαιμονοῖτε, καὶ γένοιθʼ ὑμῖν ὅσων
  7. ἡμὴ πάροιθε καρδία σφαγήσεται.
  8. καὶ τὸν γέροντα τήν τʼ ἔσω γραῖαν δόμων
  9. τιμᾶτε πατρὸς μητέρʼ Ἀλκμήνην ἐμοῦ
  10. ξένους τε τούσδε. κἂν ἀπαλλαγὴ πόνων
  11. καὶ νόστος ὑμῖν εὑρεθῇ ποτʼ ἐκ θεῶν,
  12. μέμνησθε τὴν σώτειραν ὡς θάψαι χρεών.
  13. κάλλιστά τοι δίκαιον· οὐ γὰρ ἐνδεὴς
  14. ὑμῖν παρέστην, ἀλλὰ προύθανον γένους.
  15. τάδʼ ἀντὶ παίδων ἐστί μοι κειμήλια
  16. καὶ παρθενείας, εἴ τι δὴ κάτω χθονός·
  17. εἴη γε μέντοι μηδέν. εἰ γὰρ ἕξομεν
  18. κἀκεῖ μερίμνας οἱ θανούμενοι βροτῶν,
  19. οὐκ οἶδ’ ὅποι τις τρέψεται· τὸ γὰρ θανεῖν
  20. κακῶν μέγιστον φάρμακον νομίζεται.