Heracleidae
Euripides
Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.
- ἀλλʼ, ὦ μέγιστον ἐκπρέπουσʼ εὐψυχίᾳ
- πασῶν γυναικῶν, ἴσθι, τιμιωτάτη
- καὶ ζῶσʼ ὑφʼ ἡμῶν καὶ θανοῦσʼ ἔσῃ πολύ·
- καὶ χαῖρε· δυσφημεῖν γὰρ ἅζομαι θεάν,
- ᾗ σὸν κατῆρκται σῶμα, Δήμητρος κόρην.
- ὦ παῖδες, οἰχόμεσθα· λύεται μέλη
- λύπῃ· λάβεσθε κεἰς ἕδραν μʼ ἐρείσατε
- αὐτοῦ πέπλοισι τοῖσδε κρύψαντες, τέκνα.
- ὡς οὔτε τούτοις ἥδόμαι πεπραγμένοις,
- χρησμοῦ τε μὴ κρανθέντος οὐ βιώσιμον·
- μείζων γὰρ ἄτη· συμφορὰ δὲ καὶ τάδε.
- οὔτινά φημι θεῶν ἄτερ ὄλβιον, οὐ βαρύποτμον,
- ἄνδρα γενέσθαι·
- οὐδὲ τὸν αὐτὸν ἀεὶ βεβάναι δόμον
- εὐτυχίᾳ· παρὰ δʼ ἄλλαν ἄλλα
- μοῖρα διώκει.
- τὸν μὲν ἀφʼ ὑψηλῶν βραχὺν ᾤκισε,
- τὸν δʼ ἀλέταν εὐδαίμονα τεύχει.
- μόρσιμα δʼ οὔτι φυγεῖν θέμις, οὐ σοφί-
- ᾳ τις ἀπώσεται, ἀλλὰ μάταν ὁ πρό-