Heracleidae

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.

  1. θνῄσκειν σʼ· ἀδελφοὺς δʼ ὠφελεῖς θανοῦσα σούς.
Μακαρία
  1. σοφῶς κελεύεις· μὴ τρέσῃς μιάσματος
  2. τοὐμοῦ μετασχεῖν, ἀλλʼ ἐλευθέρως θάνω.
  3. ἕπου δέ, πρέσβυ· σῇ γὰρ ἐνθανεῖν χερὶ
  4. θέλω· πέπλοις δὲ σῶμʼ ἐμὸν κρύψον παρών·
  5. ἐπεὶ σφαγῆς γε πρὸς τὸ δεινὸν εἶμʼ ἐγώ,
  6. εἴπερ πέφυκα πατρὸς οὗπερ εὔχομαι.
Ἰόλαος
  1. οὐκ ἂν δυναίμην σῷ παρεστάναι μόρῳ.
Μακαρία
  1. σὺ δʼ ἀλλὰ τοῦδε χρῇζε, μή μʼ ἐν ἀρσένων,
  2. ἀλλʼ ἐν γυναικῶν, χερσὶν ἐκπνεῦσαι βίον.
Δημοφῶν
  1. ἔσται τάδʼ, ὦ τάλαινα παρθένων, ἐπεὶ
  2. κἀμοὶ τόδʼ αἰσχρόν, μή σε κοσμεῖσθαι καλῶς,
  3. πολλῶν ἕκατι, τῆς τε σῆς εὐψυχίας
  4. καὶ τοῦ δικαίου· τλημονεστάτην δὲ σὲ
  5. πασῶν γυναικῶν εἶδον ὀφθαλμοῖς ἐγώ.
  6. ἀλλʼ, εἴ τι βούλῃ, τούσδε τὸν γέροντά τε
  7. χώρει προσειποῦσʼ ὑστάτοις προσφθέγμασιν.
Μακαρία
  1. ὦ χαῖρε, πρέσβυ, χαῖρε καὶ δίδασκέ μοι
  2. τοιούσδε τούσδε παῖδας, ἐς τὸ πᾶν σοφούς,
  3. ὥσπερ σύ, μηδὲν μᾶλλον· ἀρκέσουσι γάρ.