Heracleidae

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.

  1. τούτων τίς ἂν λέξειε γενναίους λόγους
  2. μᾶλλον, τίς ἂν δράσειεν ἀνθρώπων ἔτι;
Ἰόλαος
  1. ὦ τέκνον, οὐκ ἔστʼ ἄλλοθεν τὸ σὸν κάρα,
  2. ἀλλʼ ἐξ ἐκείνου σπέρμα τῆς θείας φρενὸς
  3. πέφυκας Ἡράκλειος· οὐδʼ αἰσχύνομαι
  4. τοῖς σοῖς λόγοισι, τῇ τύχῃ δʼ ἀλγύνομαι.
  5. ἀλλʼ ᾗ γένοιτʼ ἂν ἐνδικωτέρως φράσω·
  6. πάσας ἀδελφὰς τῆσδε δεῦρο χρὴ καλεῖν,
  7. κᾆθʼ ἡ λαχοῦσα θνῃσκέτω γένους ὕπερ·
  8. σὲ δʼ οὐ δίκαιον κατθανεῖν ἄνευ πάλου.
Μακαρία
  1. οὐκ ἂν θάνοιμι τῇ τύχῃ λαχοῦσʼ ἐγώ·
  2. χάρις γὰρ οὐ πρόσεστι· μὴ λέξῃς, γέρον.
  3. ἀλλʼ, εἰ μὲν ἐνδέχεσθε καὶ βούλεσθέ μοι