Heracleidae

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.

  1. χρῆσθαι προθύμως, τὴν ἐμὴν ψυχὴν ἐγὼ
  2. δίδωμʼ ἑκοῦσα τοῖσδʼ, ἀναγκασθεῖσα δʼ οὔ.
Ἰόλαος
  1. φεῦ·
  2. ὅδʼ αὖ λόγος σοι τοῦ πρὶν εὐγενέστερος·
  3. κἀκεῖνος ἦν ἄριστος· ἀλλʼ ὑπερφέρεις
  4. τόλμῃ τε τόλμαν καὶ λόγῳ χρηστῷ λόγον.
  5. οὐ μὴν κελεύω γʼ οὐδʼ ἀπεννέπω, τέκνον,
  6. θνῄσκειν σʼ· ἀδελφοὺς δʼ ὠφελεῖς θανοῦσα σούς.
Μακαρία
  1. σοφῶς κελεύεις· μὴ τρέσῃς μιάσματος
  2. τοὐμοῦ μετασχεῖν, ἀλλʼ ἐλευθέρως θάνω.
  3. ἕπου δέ, πρέσβυ· σῇ γὰρ ἐνθανεῖν χερὶ
  4. θέλω· πέπλοις δὲ σῶμʼ ἐμὸν κρύψον παρών·
  5. ἐπεὶ σφαγῆς γε πρὸς τὸ δεινὸν εἶμʼ ἐγώ,