Heracleidae

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.

  1. ἢ παιδοποιεῖν ἐξ ἐμοῦ βουλήσεται;
  2. οὐκ οὖν θανεῖν ἄμεινον ἢ τούτων τυχεῖν
  3. ἀναξίαν; ἄλλῃ δὲ κἂν πρέποι τινὶ
  4. μᾶλλον τάδʼ, ἥτις μὴ ’πίσημος ὡς ἐγώ.
  5. ἡγεῖσθʼ ὅπου δεῖ σῶμα κατθανεῖν τόδε
  6. καὶ στεμματοῦτε καὶ κατάρχεσθʼ, εἰ δοκεῖ·
  7. νικᾶτε δʼ ἐχθρούς· ἥδε γὰρ ψυχὴ πάρα
  8. ἑκοῦσα κοὐκ ἄκουσα· κἀξαγγέλλομαι
  9. θνῄσκειν ἀδελφῶν τῶνδε κἀμαυτῆς ὕπερ.
  10. εὕρημα γάρ τοι μὴ φιλοψυχοῦσʼ ἐγὼ
  11. κάλλιστον ηὕρηκ’, εὐκλεῶς λιπεῖν βίον.
Χορός
  1. φεῦ φεῦ, τί λέξω παρθένου μέγαν λόγον
  2. κλύων, ἀδελφῶν ἣ πάρος θέλει θανεῖν;