Heracleidae

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.

  1. κάλλιον, οἶμαι, τῆσδʼ — ἃ μὴ τύχοι ποτέ —
  2. πόλεως ἁλούσης, χεῖρας εἰς ἐχθρῶν πεσεῖν,
  3. κἄπειτα τινὰ πατρὸς οὖσαν εὐγενοῦς
  4. παθοῦσαν Ἅιδην μηδὲν ἧσσον εἰσιδεῖν.
  5. ἀλλʼ ἐκπεσοῦσα τῆσδʼ ἀλητεύσω χθονός;
  6. κοὐκ αἰσχυνοῦμαι δῆτ’, ἐὰν δή τις λέγῃ·
  7. Τί δεῦρʼ ἀφίκεσθʼ ἱκεσίοισι σὺν κλάδοις
  8. αὐτοὶ φιλοψυχοῦντες; ἔξιτε χθονός·
  9. κακοὺς γὰρ ἡμεῖς οὐ προσωφελήσομεν.
  10. ἀλλʼ οὐδὲ μέντοι, τῶνδε μὲν τεθνηκότων,
  11. αὐτὴ δὲ σωθεῖσʼ, ἐλπίδʼ εὖ πράξειν ἔχω·
  12. — πολλοὶ γὰρ ἤδη τῇδε προύδοσαν φίλους. —
  13. τίς γὰρ κόρην ἔρημον ἢ δάμαρτʼ ἔχειν,