Heracleidae
Euripides
Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.
- ἐν τῷδε κἀχόμεσθα σωθῆναι λόγῳ;
- ἐν τῷδε, τἄλλα γʼ εὐτυχῶς πεπραγότες.
- μή νυν τρέσῃς ἔτʼ ἐχθρὸν Ἀργεῖον δόρυ·
- ἐγὼ γὰρ αὐτὴ πρὶν κελευσθῆναι, γέρον,
- θνῄσκειν ἑτοίμη καὶ παρίστασθαι σφαγῇ.
- τί φήσομεν γάρ, εἰ πόλις μὲν ἀξιοῖ
- κίνδυνον ἡμῶν οὕνεκʼ αἴρεσθαι μέγαν,
- αὐτοὶ δὲ προστιθέντες ἄλλοισιν πόνους,
- παρόν σφε σῷσαι, φευξόμεσθα μὴ θανεῖν;
- οὐ δῆτʼ, ἐπεί τοι καὶ γέλωτος ἄξια,
- στένειν μὲν ἱκέτας δαιμόνων καθημένους,
- πατρὸς δʼ ἐκείνου φύντας οὗ πεφύκαμεν
- κακοὺς ὁρᾶσθαι· ποῦ τάδʼ ἐν χρηστοῖς πρέπει;