Heracleidae

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.

  1. τῶν Ἡρακλείων ἐνδίκως αἰνεῖν ἔχω.
  2. ἡμῖν δὲ δόξας εὖ προχωρῆσαι δρόμος
  3. πάλιν μεθέστηκʼ αὖθις ἐς τἀμήχανον·
  4. χρησμῶν γὰρ ᾠδούς φησι σημαίνειν ὅδε,
  5. οὐ ταῦρον οὐδὲ μόσχον, ἀλλὰ παρθένον
  6. σφάξαι Κόρῃ Δήμητρος ἥτις εὐγενής,
  7. εἰ χρὴ μὲν ἡμᾶς, χρὴ δὲ τήνδʼ εἶναι πόλιν.
  8. ταῦτʼ οὖν ἀμηχανοῦμεν· οὔτε γὰρ τέκνα
  9. σφάξειν ὅδʼ αὑτοῦ φησιν οὔτʼ ἄλλου τινός.
  10. κἀμοὶ λέγει μὲν οὐ σαφῶς, λέγει δέ πως,
  11. εἰ μή τι τούτων ἐξαμηχανήσομεν,
  12. ἡμᾶς μὲν ἄλλην γαῖαν εὑρίσκειν τινά,
  13. αὐτὸς δὲ σῶσαι τήνδε βούλεται χθόνα.