Heracleidae

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.

  1. βουλήν, ἑτοίμαζʼ, ὡς ἔγωγʼ ἀμήχανος
  2. χρησμῶν ἀκούσας εἰμὶ καὶ φόβου πλέως.
Μακαρία
  1. ξένοι, θράσος μοι μηδὲν ἐξόδοις ἐμαῖς
  2. προσθῆτε· πρῶτον γὰρ τόδʼ ἐξαιτήσομαι·
  3. γυναικὶ γὰρ σιγή τε καὶ τὸ σωφρονεῖν
  4. κάλλιστον, εἴσω θʼ ἥσυχον μένειν δόμων.
  5. τῶν σῶν δʼ ἀκούσασʼ, Ἰόλεως, στεναγμάτων
  6. ἐξῆλθον, οὐ ταχθεῖσα πρεσβεύειν γένους.
  7. ἀλλʼ, εἰμὶ γάρ πως πρόσφορος, μέλει δέ μοι
  8. μάλιστ’ ἀδελφῶν, τῶνδε κἀμαυτῆς πέρι
  9. θέλω πυθέσθαι, μὴ ’πὶ τοῖς πάλαι κακοῖς
  10. προσκείμενόν τι πῆμα σὴν δάκνει φρένα.
Ἰόλαος
  1. ὦ παῖ, μάλιστα σʼ οὐ νεωστὶ δὴ τέκνων