Heracleidae

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.

  1. ἔχθραν συνάπτειν, μὴ ἀμαθεῖ φρονήματι·
  2. πολλῆς γὰρ αἰδοῦς καὶ δίκης τις ἂν τύχοι.
Χορός
  1. ὦ πρέσβυ, μή νυν τήνδʼ ἐπαιτιῶ πόλιν·
  2. τάχʼ ἂν γὰρ ἡμῖν ψευδὲς ἀλλʼ ὅμως κακὸν
  3. γένοιτʼ ὄνειδος ὡς ξένους προυδώκαμεν.
Δημοφῶν
  1. γενναῖα μὲν τάδʼ εἶπας, ἀλλʼ ἀμήχανα.
  2. οὐ σοῦ χατίζων δεῦρʼ ἄναξ στρατηλατεῖ·
  3. τί γὰρ γέροντος ἀνδρὸς Εὐρυσθεῖ πλέον
  4. θανόντος; ἀλλὰ τούσδε βούλεται κτανεῖν.
  5. δεινὸν γὰρ ἐχθροῖς βλαστάνοντες εὐγενεῖς,
  6. νεανίαι τε καὶ πατρὸς μεμνημένοι
  7. λύμας· ἃ κεῖνον πάντα προσκοπεῖν χρεών.
  8. ἀλλʼ, εἴ τινʼ ἄλλην οἶσθα καιριωτέραν