Heracleidae
Euripides
Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.
- ἱκέται καθεζόμεσθα βώμιοι θεῶν,
- προσωφελῆσαι· πεδία γὰρ τῆσδε χθονὸς
- δισσοὺς κατοικεῖν Θησέως παῖδας λόγος,
- κλήρῳ λαχόντας ἐκ γένους Πανδίονος,
- τοῖσδʼ ἐγγὺς ὄντας· ὧν ἕκατι τέρμονας
- κλεινῶν Ἀθηνῶν τόνδʼ ἀφικόμεσθʼ ὅρον.
- δυοῖν γερόντοιν δὲ στρατηγεῖται φυγή·
- ἐγὼ μὲν ἀμφὶ τοῖσδε καλχαίνων τέκνοις,
- ἣ δʼ αὖ τὸ θῆλυ παιδὸς Ἀλκμήνη γένος
- ἔσωθε ναοῦ τοῦδʼ ὑπηγκαλισμένη
- σῴζει· νέας γὰρ παρθένους αἰδούμεθα
- ὄχλῳ πελάζειν κἀπιβωμιοστατεῖν.
- Ὕλλος δʼ ἀδελφοί θʼ οἷσι πρεσβεύει γένος