Heracleidae

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.

  1. καὶ τὴν γεραιὰν μητέρʼ Ἀλκμήνην πατρός.
  2. ὦ δυστάλαινα τοῦ μακροῦ βίου σέθεν,
  3. τλήμων δὲ κἀγὼ πολλὰ μοχθήσας μάτην.
  4. χρῆν χρῆν ἄρʼ ἡμᾶς ἀνδρὸς εἰς ἐχθροῦ χέρας
  5. πεσόντας αἰσχρῶς καὶ κακῶς λιπεῖν βίον.
  6. ἀλλʼ οἶσθ’ ὅ μοι σύμπραξον; οὐχ ἅπασα γὰρ
  7. πέφευγεν ἐλπὶς τῶνδέ μοι σωτηρίας·
  8. ἔμʼ ἔκδος Ἀργείοισιν ἀντὶ τῶνδʼ, ἄναξ,
  9. καὶ μήτε κινδύνευε, σωθήτω τέ μοι
  10. τέκνʼ· οὐ φιλεῖν δεῖ τὴν ἐμὴν ψυχήν· ἴτω.
  11. μάλιστα δʼ Εὐρυσθεύς με βούλοιτʼ ἂν λαβὼν
  12. τὸν Ἡράκλειον σύμμαχον καθυβρίσαι·
  13. σκαιὸς γὰρ ἁνήρ. τοῖς σοφοῖς δʼ εὐκτὸν σοφῷ