Heracleidae

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.

  1. οἴμοι· τί δῆτʼ ἔτερψας ὦ τάλαινά με
  2. ἐλπὶς τότʼ, οὐ μέλλουσα διατελεῖν χάριν;
  3. συγγνωστὰ γάρ τοι καὶ τὰ τοῦδʼ, εἰ μὴ θέλει
  4. κτείνειν πολιτῶν παῖδας· αἰνέσαι δʼ ἔχω
  5. καὶ τἀνθάδ’· εἰ θεοῖσι δὴ δοκεῖ τάδε
  6. πράσσειν ἔμʼ, οὔτοι σή γʼ ἀπόλλυται χάρις.
  7. ὦ παῖδες, ὑμῖν δʼ οὐκ ἔχω τί χρήσομαι.
  8. ποῖ τρεψόμεσθα; τίς γὰρ ἄστεπτος θεῶν;
  9. ποῖον δὲ γαίας ἕρκος οὐκ ἀφίγμεθα;
  10. ὀλούμεθʼ, ὦ τέκνʼ· ἐκδοθησόμεσθα δή.
  11. κἀμοῦ μὲν οὐδὲν εἴ με χρὴ θανεῖν μέλει,
  12. πλὴν εἴ τι τέρψω τοὺς ἐμοὺς ἐχθροὺς θανών·
  13. ὑμᾶς δὲ κλαίω καὶ κατοικτίρω, τέκνα,