Heracleidae

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.

  1. ἱκέταις ἀρήγειν, τῶν δὲ μωρίαν ἐμὴν
  2. κατηγορούντων· εἰ δὲ δὴ δράσω τόδε,
  3. οἰκεῖος ἤδη πόλεμος ἐξαρτύεται.
  4. ταῦτʼ οὖν ὅρα σὺ καὶ συνεξεύρισχʼ ὅπως
  5. αὐτοί τε σωθήσεσθε καὶ πέδον τόδε,
  6. κἀγὼ πολίταις μὴ διαβληθήσομαι.
  7. οὐ γὰρ τυραννίδʼ ὥστε βαρβάρων ἔχω·
  8. ἀλλʼ, ἢν δίκαια δρῶ, δίκαια πείσομαι.
Χορός
  1. ἀλλʼ ἦ πρόθυμον οὖσαν οὐκ ἐᾷ θεὸς
  2. ξένοις ἀρήγειν τήνδε χρῄζουσιν πόλιν;
Ἰόλαος
  1. ὦ τέκνʼ, ἔοιγμεν ναυτίλοισιν, οἵτινες
  2. χειμῶνος ἐκφυγόντες ἄγριον μένος
  3. ἐς χεῖρα γῇ συνῆψαν, εἶτα χερσόθεν
  4. πνοιαῖσιν ἠλάθησαν ἐς πόντον πάλιν.
  5. οὕτω δὲ χἡμεῖς τῆσδʼ ἀπωθούμεσθα γῆς
  6. ἤδη πρὸς ἀκταῖς ὄντες ὡς σεσῳσμένοι.
  7. οἴμοι· τί δῆτʼ ἔτερψας ὦ τάλαινά με
  8. ἐλπὶς τότʼ, οὐ μέλλουσα διατελεῖν χάριν;
  9. συγγνωστὰ γάρ τοι καὶ τὰ τοῦδʼ, εἰ μὴ θέλει
  10. κτείνειν πολιτῶν παῖδας· αἰνέσαι δʼ ἔχω