Heracleidae

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.

  1. ἐν ἀσφαλεῖ τε τῆσδʼ ἱδρύσεται χθονός.
  2. καὶ τἀμὰ μέντοι πάντʼ ἄραρʼ ἤδη καλῶς·
  3. πόλις τʼ ἐν ὅπλοις, σφάγιά θʼ ἡτοιμασμένα
  4. ἕστηκεν οἷς χρὴ ταῦτα τέμνεσθαι θεῶν,
  5. τροπαῖά τʼ ἐχθρῶν καὶ πόλει σωτήρια,
  6. θυηπολεῖται δʼ ἄστυ μάντεων ὕπο.
  7. χρησμῶν δʼ ἀοιδοὺς πάντας εἰς ἓν ἁλίσας
  8. ἤλεγξα καὶ βέβηλα καὶ κεκρυμμένα
  9. λόγια παλαιά, τῇδε γῇ σωτήρια.
  10. καὶ τῶν μὲν ἄλλων διάφορʼ ἐστὶ θεσφάτοις
  11. πόλλʼ· ἓν δὲ πᾶσι γνῶμα ταὐτὸν ἐμπρέπει·
  12. σφάξαι κελεύουσίν με παρθένον Κόρῃ
  13. Δήμητρος, ἥτις ἐστὶ πατρὸς εὐγενοῦς.
  14. ἐγὼ δʼ ἔχω μέν, ὡς ὁρᾷς, προθυμίαν
  15. τοσήνδʼ ἐς ὑμᾶς· παῖδα δʼ οὔτʼ ἐμὴν κτενῶ
  16. οὔτʼ ἄλλον ἀστῶν τῶν ἐμῶν ἀναγκάσω
  17. ἄκονθʼ· ἑκὼν δὲ τίς κακῶς οὕτω φρονεῖ,
  18. ὅστις τὰ φίλτατʼ ἐκ χερῶν δώσει τέκνα;
  19. καὶ νῦν πικρὰς ἂν συστάσεις ἂν εἰσίδοις,
  20. τῶν μὲν λεγόντων ὡς δίκαιον ἦν ξένοις