Heracleidae
Euripides
Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.
- καὶ τἀνθάδ’· εἰ θεοῖσι δὴ δοκεῖ τάδε
- πράσσειν ἔμʼ, οὔτοι σή γʼ ἀπόλλυται χάρις.
- ὦ παῖδες, ὑμῖν δʼ οὐκ ἔχω τί χρήσομαι.
- ποῖ τρεψόμεσθα; τίς γὰρ ἄστεπτος θεῶν;
- ποῖον δὲ γαίας ἕρκος οὐκ ἀφίγμεθα;
- ὀλούμεθʼ, ὦ τέκνʼ· ἐκδοθησόμεσθα δή.
- κἀμοῦ μὲν οὐδὲν εἴ με χρὴ θανεῖν μέλει,
- πλὴν εἴ τι τέρψω τοὺς ἐμοὺς ἐχθροὺς θανών·
- ὑμᾶς δὲ κλαίω καὶ κατοικτίρω, τέκνα,
- καὶ τὴν γεραιὰν μητέρʼ Ἀλκμήνην πατρός.
- ὦ δυστάλαινα τοῦ μακροῦ βίου σέθεν,
- τλήμων δὲ κἀγὼ πολλὰ μοχθήσας μάτην.
- χρῆν χρῆν ἄρʼ ἡμᾶς ἀνδρὸς εἰς ἐχθροῦ χέρας
- πεσόντας αἰσχρῶς καὶ κακῶς λιπεῖν βίον.
- ἀλλʼ οἶσθ’ ὅ μοι σύμπραξον; οὐχ ἅπασα γὰρ
- πέφευγεν ἐλπὶς τῶνδέ μοι σωτηρίας·
- ἔμʼ ἔκδος Ἀργείοισιν ἀντὶ τῶνδʼ, ἄναξ,
- καὶ μήτε κινδύνευε, σωθήτω τέ μοι
- τέκνʼ· οὐ φιλεῖν δεῖ τὴν ἐμὴν ψυχήν· ἴτω.
- μάλιστα δʼ Εὐρυσθεύς με βούλοιτʼ ἂν λαβὼν