Heracleidae
Euripides
Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.
- κήρυκας ἐξαιτεῖ τε κἀξείργει χθονός,
- πόλιν προτείνων Ἄργος οὐ σμικρὸν φίλην
- ἐχθράν τε θέσθαι, χαὑτὸν εὐτυχοῦνθʼ ἅμα.
- οἳ δʼ ἀσθενῆ μὲν τἀπ’ ἐμοῦ δεδορκότες,
- σμικροὺς δὲ τούσδε καὶ πατρὸς τητωμένους,
- τοὺς κρείσσονας σέβοντες ἐξείργουσι γῆς.
- ἐγὼ δὲ σὺν φεύγουσι συμφεύγω τέκνοις
- καὶ σὺν κακῶς πράσσουσι συμπράσσω κακῶς,
- ὀκνῶν προδοῦναι, μή τις ὧδ’ εἴπῃ βροτῶν·
- Ἴδεσθ’, ἐπειδὴ παισὶν οὐκ ἔστιν πατήρ,
- Ἰόλαος οὐκ ἤμυνε συγγενὴς γεγώς.
- πάσης δὲ χώρας Ἑλλάδος τητώμενοι,
- Μαραθῶνα καὶ σύγκληρον ἐλθόντες χθόνα
- ἱκέται καθεζόμεσθα βώμιοι θεῶν,
- προσωφελῆσαι· πεδία γὰρ τῆσδε χθονὸς
- δισσοὺς κατοικεῖν Θησέως παῖδας λόγος,
- κλήρῳ λαχόντας ἐκ γένους Πανδίονος,
- τοῖσδʼ ἐγγὺς ὄντας· ὧν ἕκατι τέρμονας
- κλεινῶν Ἀθηνῶν τόνδʼ ἀφικόμεσθʼ ὅρον.
- δυοῖν γερόντοιν δὲ στρατηγεῖται φυγή·