Heracleidae

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.

  1. στρατόν, λεπαίαν δʼ ὀφρύην καθήμενος
  2. σκοπεῖ — δόκησιν δὴ τόδʼ ἂν λέγοιμί σοι —
  3. ποίᾳ προσάξει στρατόπεδον τὰ νῦν δορὸς
  4. ἐν ἀσφαλεῖ τε τῆσδʼ ἱδρύσεται χθονός.
  5. καὶ τἀμὰ μέντοι πάντʼ ἄραρʼ ἤδη καλῶς·
  6. πόλις τʼ ἐν ὅπλοις, σφάγιά θʼ ἡτοιμασμένα
  7. ἕστηκεν οἷς χρὴ ταῦτα τέμνεσθαι θεῶν,
  8. τροπαῖά τʼ ἐχθρῶν καὶ πόλει σωτήρια,
  9. θυηπολεῖται δʼ ἄστυ μάντεων ὕπο.
  10. χρησμῶν δʼ ἀοιδοὺς πάντας εἰς ἓν ἁλίσας
  11. ἤλεγξα καὶ βέβηλα καὶ κεκρυμμένα
  12. λόγια παλαιά, τῇδε γῇ σωτήρια.
  13. καὶ τῶν μὲν ἄλλων διάφορʼ ἐστὶ θεσφάτοις