Heracleidae

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.

  1. πόλλʼ· ἓν δὲ πᾶσι γνῶμα ταὐτὸν ἐμπρέπει·
  2. σφάξαι κελεύουσίν με παρθένον Κόρῃ
  3. Δήμητρος, ἥτις ἐστὶ πατρὸς εὐγενοῦς.
  4. ἐγὼ δʼ ἔχω μέν, ὡς ὁρᾷς, προθυμίαν
  5. τοσήνδʼ ἐς ὑμᾶς· παῖδα δʼ οὔτʼ ἐμὴν κτενῶ
  6. οὔτʼ ἄλλον ἀστῶν τῶν ἐμῶν ἀναγκάσω
  7. ἄκονθʼ· ἑκὼν δὲ τίς κακῶς οὕτω φρονεῖ,
  8. ὅστις τὰ φίλτατʼ ἐκ χερῶν δώσει τέκνα;
  9. καὶ νῦν πικρὰς ἂν συστάσεις ἂν εἰσίδοις,
  10. τῶν μὲν λεγόντων ὡς δίκαιον ἦν ξένοις
  11. ἱκέταις ἀρήγειν, τῶν δὲ μωρίαν ἐμὴν
  12. κατηγορούντων· εἰ δὲ δὴ δράσω τόδε,
  13. οἰκεῖος ἤδη πόλεμος ἐξαρτύεται.