Heracleidae

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.

  1. ὦ παῖ, τί μοι σύννοιαν ὄμμασιν φέρων
  2. ἥκεις; νέον τι πολεμίων λέξεις πέρι;
  3. μέλλουσιν ἢ πάρεισιν ἢ τί πυνθάνῃ;
  4. οὐ γάρ τι μὴ ψεύσῃς γε κήρυκος λόγους·
  5. ὁ γὰρ στρατηγὸς εὐτυχὴς τὰ πρὸς θεῶν
  6. εἶσιν, σάφʼ οἶδα, καὶ μάλʼ οὐ σμικρὸν φρονῶν,
  7. ἐς τὰς Ἀθήνας. ἀλλὰ τῶν φρονημάτων
  8. ὁ Ζεὺς κολαστὴς τῶν ἄγαν ὑπερφρόνων.
Δημοφῶν
  1. ἥκει στράτευμʼ Ἀργεῖον Εὐρυσθεύς τʼ ἄναξ·
  2. ἐγώ νιν αὐτὸς εἶδον. ἄνδρα γὰρ χρεών,
  3. ὅστις στρατηγεῖν φησʼ ἐπίστασθαι καλῶς,
  4. οὐκ ἀγγέλοισι τοὺς ἐναντίους ὁρᾶν.
  5. πεδία μὲν οὖν γῆς ἐς τάδʼ οὐκ ἐφῆκέ πω