Heracleidae
Euripides
Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.
- ξας, οὐκ ἄλλο δίκαιον εἰ-
- πών· ποῦ ταῦτα καλῶς ἂν εἴ-
- η παρά γʼ εὖ φρονοῦσιν;
- Εἰρήνα μὲν ἐμοί γʼ ἀρέ-
- σκει· σὺ δʼ, ὦ κακόφρων ἄναξ,
- λέγω, εἰ πόλιν ἥξεις,
- οὐχ οὕτως ἃ δοκεῖς κυρή-
- σεις· οὐ σοὶ μόνῳ ἔγχος οὐδʼ
- ἰτέα κατάχαλκός ἐστιν.
- ἀλλʼ οὐ, πολέμων ἐραστάς,
- μή μοι δορὶ συνταράξεις
- τὰν εὖ χαρίτων ἔχουσαν
- πόλιν, ἀλλʼ ἀνάσχου.