Heracleidae

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.

  1. ὦ ξεῖν’ Ἀργόθεν ἐλθών,
  2. μεγαληγορίαισι δʼ ἐμὰς
  3. φρένας οὐ φοβήσεις.
  4. μήπω ταῖς μεγάλαισιν οὕ-
  5. τω καὶ καλλιχόροις Ἀθή-
  6. ναις εἴη· σὺ δʼ ἄφρων, ὅ τʼ Ἄρ-
  7. γει Σθενέλου τύραννος.
Χορός
  1. ὃς πόλιν ἐλθὼν ἑτέραν
  2. οὐδὲν ἐλάσσονʼ Ἄργους,
  3. θεῶν ἱκτῆρας ἀλάτας
  4. καὶ ἐμᾶς χθονὸς ἀντομένους
  5. ξένος ὢν βιαίως
  6. ἕλκεις, οὐ βασιλεῦσιν εἴ-