Heracleidae

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.

  1. πολλῇ δέχωμαι χειρί· πρῶτα μὲν σκοποὺς
  2. πέμψω πρὸς αὐτόν, μὴ λάθῃ με προσπεσών·
  3. ταχὺς γὰρ Ἄργει πᾶς ἀνὴρ βοηδρόμος·
  4. μάντεις δʼ ἀθροίσας θύσομαι. σὺ δʼ ἐς δόμους
  5. σὺν παισὶ χώρει, Ζηνὸς ἐσχάραν λιπών.
  6. εἰσὶν γὰρ οἵ σου, κἂν ἐγὼ θυραῖος ὦ,
  7. μέριμναν ἕξουσʼ. ἀλλʼ ἴθʼ ἐς δόμους, γέρον.
Ἰόλαος
  1. οὐκ ἂν λίποιμι βωμόν· ἑζώμεσθα δὴ
  2. ἱκέται μένοντες ἐνθάδʼ εὖ πρᾶξαι πόλιν·
  3. ὅταν δʼ ἀγῶνος τοῦδʼ ἀπαλλαχθῇς καλῶς,
  4. ἴμεν πρὸς οἴκους. θεοῖσι δʼ οὐ κακίοσιν
  5. χρώμεσθα συμμάχοισιν Ἀργείων, ἄναξ·
  6. τῶν μὲν γὰρ Ἥρα προστατεῖ, Διὸς δάμαρ,
  7. ἡμῶν δʼ Ἀθηνᾶ. φημὶ δʼ εἰς εὐπραξίαν
  8. καὶ τοῦθʼ ὑπάρχειν, θεῶν ἀμεινόνων τυχεῖν·
  9. νικωμένη γὰρ Παλλὰς οὐκ ἀνέξεται.
Χορός
  1. Εἰ σὺ μέγʼ αὐχεῖς, ἕτεροι
  2. σοῦ πλέον οὐ μέλονται,
  3. ὦ ξεῖν’ Ἀργόθεν ἐλθών,
  4. μεγαληγορίαισι δʼ ἐμὰς