Heracleidae
Euripides
Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.
- ἡμῶν ἀπηλλάξαντο πολεμίους ἔχειν,
- πτωχοὺς ἀλήτας εἰσορῶντες· ἀλλʼ ὅμως
- οὐκ ἐξέδωκαν οὐδʼ ἀπήλασαν χθονός.
- ἐγὼ δὲ καὶ ζῶν καὶ θανών, ὅταν θάνω,
- πολλῷ σʼ ἐπαίνῳ Θησέως, ὦ τᾶν, πέλας
- ὑψηλὸν ἀρῶ καὶ λέγων τάδʼ εὐφρανῶ
- ὡς εὖ τʼ ἐδέξω καὶ τέκνοισιν ἤρκεσας
- τοῖς Ἡρακλείοις, εὐγενὴς δʼ ἀνʼ Ἑλλάδα
- σῴζεις πατρῴαν δόξαν, ἐξ ἐσθλῶν δὲ φὺς
- οὐδὲν κακίων τυγχάνεις γεγὼς πατρός,
- παύρων μετʼ ἄλλων· ἕνα γὰρ ἐν πολλοῖς ἴσως
- εὕροις ἂν ὅστις ἐστὶ μὴ χείρων πατρός.
- ἀεί ποθʼ ἥδε γαῖα τοῖς ἀμηχάνοις
- σὺν τῷ δικαίῳ βούλεται προσωφελεῖν.
- τοιγὰρ πόνους δὴ μυρίους ὑπὲρ φίλων
- ἤνεγκε, καὶ νῦν τόνδʼ ἀγῶνʼ ὁρῶ πέλας.
- σοί τʼ εὖ λέλεκται, καὶ τὰ τῶνδʼ αὐχῶ, γέρον,
- τοιαῦτʼ ἔσεσθαι· μνημονεύσεται χάρις.
- κἀγὼ μὲν ἀστῶν σύλλογον ποήσομαι,
- τάξω δʼ, ὅπως ἂν τὸν Μυκηναίων στρατὸν