Heracleidae
Euripides
Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.
- φρένας οὐ φοβήσεις.
- μήπω ταῖς μεγάλαισιν οὕ-
- τω καὶ καλλιχόροις Ἀθή-
- ναις εἴη· σὺ δʼ ἄφρων, ὅ τʼ Ἄρ-
- γει Σθενέλου τύραννος.
- ὃς πόλιν ἐλθὼν ἑτέραν
- οὐδὲν ἐλάσσονʼ Ἄργους,
- θεῶν ἱκτῆρας ἀλάτας
- καὶ ἐμᾶς χθονὸς ἀντομένους
- ξένος ὢν βιαίως
- ἕλκεις, οὐ βασιλεῦσιν εἴ-
- ξας, οὐκ ἄλλο δίκαιον εἰ-
- πών· ποῦ ταῦτα καλῶς ἂν εἴ-
- η παρά γʼ εὖ φρονοῦσιν;
- Εἰρήνα μὲν ἐμοί γʼ ἀρέ-
- σκει· σὺ δʼ, ὦ κακόφρων ἄναξ,
- λέγω, εἰ πόλιν ἥξεις,
- οὐχ οὕτως ἃ δοκεῖς κυρή-
- σεις· οὐ σοὶ μόνῳ ἔγχος οὐδʼ
- ἰτέα κατάχαλκός ἐστιν.