Heracleidae

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.

  1. κήρυκας ἐξαιτεῖ τε κἀξείργει χθονός,
  2. πόλιν προτείνων Ἄργος οὐ σμικρὸν φίλην
  3. ἐχθράν τε θέσθαι, χαὑτὸν εὐτυχοῦνθʼ ἅμα.
  4. οἳ δʼ ἀσθενῆ μὲν τἀπ’ ἐμοῦ δεδορκότες,
  5. σμικροὺς δὲ τούσδε καὶ πατρὸς τητωμένους,
  6. τοὺς κρείσσονας σέβοντες ἐξείργουσι γῆς.
  7. ἐγὼ δὲ σὺν φεύγουσι συμφεύγω τέκνοις
  8. καὶ σὺν κακῶς πράσσουσι συμπράσσω κακῶς,
  9. ὀκνῶν προδοῦναι, μή τις ὧδ’ εἴπῃ βροτῶν·
  10. Ἴδεσθ’, ἐπειδὴ παισὶν οὐκ ἔστιν πατήρ,
  11. Ἰόλαος οὐκ ἤμυνε συγγενὴς γεγώς.
  12. πάσης δὲ χώρας Ἑλλάδος τητώμενοι,
  13. Μαραθῶνα καὶ σύγκληρον ἐλθόντες χθόνα