Heracleidae
Euripides
Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.
- ἢ πατρὸς ἐσθλοῦ κἀγαθοῦ πεφυκέναι
- γαμεῖν τʼ ἀπʼ ἐσθλῶν· ὃς δὲ νικηθεὶς πόθῳ
- κακοῖς ἐκοινώνησεν, οὐκ ἐπαινέσω,
- τέκνοις ὄνειδος οὕνεχʼ ἡδονῆς λιπεῖν.
- τὸ δυστυχὲς γὰρ ηὑγένει’ ἀμύνεται
- τῆς δυσγενείας μᾶλλον· ἡμεῖς γὰρ κακῶν
- ἐς τοὔσχατον πεσόντες ηὕρομεν φίλους
- καὶ ξυγγενεῖς τούσδʼ, οἳ τοσῆσδʼ οἰκουμένης
- Ἑλληνίδος γῆς τῶνδε προύστησαν μόνοι.
- δότ’, ὦ τέκνʼ, αὐτοῖς χεῖρα δεξιάν, δότε·
- ὑμεῖς τε παισί, καὶ πέλας προσέλθετε.
- ὦ παῖδες, ἐς μὲν πεῖραν ἤλθομεν φίλων·
- ἢν δʼ οὖν ποθʼ ὑμῖν νόστος ἐς πάτραν φανῇ
- καὶ δώματʼ οἰκήσητε καὶ τιμὰς πατρός
- ---
- σωτῆρας αἰεὶ καὶ φίλους νομίζετε,
- καὶ μήποτʼ ἐς γῆν ἐχθρὸν αἴρεσθαι δόρυ
- μέμνησθέ μοι τήνδʼ, ἀλλὰ φιλτάτην πόλιν
- πασῶν νομίζετʼ. ἄξιοι δʼ ὑμῖν σέβειν
- οἳ γῆν τοσήνδε καὶ Πελασγικὸν λεὼν