Heracleidae
Euripides
Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.
- αὐτὸς στρατηγῶν· Ἀλκάθου δʼ ἐπʼ ἐσχάτοις
- καραδοκῶν τἀνθένδε τέρμασιν μένει.
- λαμπρὸς δʼ ἀκούσας σὴν ὕβριν φανήσεται
- σοὶ καὶ πολίταις γῇ τε τῇδε καὶ φυτοῖς·
- μάτην γὰρ ἥβην ὧδέ γʼ ἂν κεκτῄμεθα
- πολλὴν ἐν Ἄργει, μή σε τιμωρούμενοι.
- φθείρου· τὸ σὸν γὰρ Ἄργος οὐ δέδοικʼ ἐγώ.
- ἐνθένδε δʼ οὐκ ἔμελλες αἰσχύνας ἐμὲ
- ἄξειν βίᾳ τούσδʼ· οὐ γὰρ Ἀργείων πόλει
- ὑπήκοον τήνδʼ ἀλλʼ ἐλευθέραν ἔχω.
- ὥρα προνοεῖν, πρὶν ὅροις πελάσαι
- στρατὸν Ἀργείων·
- μάλα δʼ ὀξὺς Ἄρης ὁ Μυκηναίων,
- ἐπὶ τοῖσι δὲ δὴ μᾶλλον ἔτʼ ἢ πρίν.
- πᾶσι γὰρ οὗτος κήρυξι νόμος,
- δὶς τόσα πυργοῦν τῶν γιγνομένων
- πόσα νιν λέξειν βασιλεῦσι δοκεῖς,
- ὡς δείνʼ ἔπαθεν καὶ παρὰ μικρὸν
- ψυχὴν ἦλθεν διακναῖσαι;
- οὐκ ἔστι τοῦδε παισὶ κάλλιον γέρας,