Heracleidae

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.

  1. ἐπὶ τοῖσι δὲ δὴ μᾶλλον ἔτʼ ἢ πρίν.
  2. πᾶσι γὰρ οὗτος κήρυξι νόμος,
  3. δὶς τόσα πυργοῦν τῶν γιγνομένων
  4. πόσα νιν λέξειν βασιλεῦσι δοκεῖς,
  5. ὡς δείνʼ ἔπαθεν καὶ παρὰ μικρὸν
  6. ψυχὴν ἦλθεν διακναῖσαι;
Ἰόλαος
  1. οὐκ ἔστι τοῦδε παισὶ κάλλιον γέρας,
  2. ἢ πατρὸς ἐσθλοῦ κἀγαθοῦ πεφυκέναι
  3. γαμεῖν τʼ ἀπʼ ἐσθλῶν· ὃς δὲ νικηθεὶς πόθῳ
  4. κακοῖς ἐκοινώνησεν, οὐκ ἐπαινέσω,
  5. τέκνοις ὄνειδος οὕνεχʼ ἡδονῆς λιπεῖν.
  6. τὸ δυστυχὲς γὰρ ηὑγένει’ ἀμύνεται
  7. τῆς δυσγενείας μᾶλλον· ἡμεῖς γὰρ κακῶν