Heracleidae

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.

  1. ἐς τοὔσχατον πεσόντες ηὕρομεν φίλους
  2. καὶ ξυγγενεῖς τούσδʼ, οἳ τοσῆσδʼ οἰκουμένης
  3. Ἑλληνίδος γῆς τῶνδε προύστησαν μόνοι.
  4. δότ’, ὦ τέκνʼ, αὐτοῖς χεῖρα δεξιάν, δότε·
  5. ὑμεῖς τε παισί, καὶ πέλας προσέλθετε.
  6. ὦ παῖδες, ἐς μὲν πεῖραν ἤλθομεν φίλων·
  7. ἢν δʼ οὖν ποθʼ ὑμῖν νόστος ἐς πάτραν φανῇ
  8. καὶ δώματʼ οἰκήσητε καὶ τιμὰς πατρός
  9. ---
  10. σωτῆρας αἰεὶ καὶ φίλους νομίζετε,
  11. καὶ μήποτʼ ἐς γῆν ἐχθρὸν αἴρεσθαι δόρυ
  12. μέμνησθέ μοι τήνδʼ, ἀλλὰ φιλτάτην πόλιν
  13. πασῶν νομίζετʼ. ἄξιοι δʼ ὑμῖν σέβειν