Heracleidae

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.

  1. αὐτὸς στρατηγῶν· Ἀλκάθου δʼ ἐπʼ ἐσχάτοις
  2. καραδοκῶν τἀνθένδε τέρμασιν μένει.
  3. λαμπρὸς δʼ ἀκούσας σὴν ὕβριν φανήσεται
  4. σοὶ καὶ πολίταις γῇ τε τῇδε καὶ φυτοῖς·
  5. μάτην γὰρ ἥβην ὧδέ γʼ ἂν κεκτῄμεθα
  6. πολλὴν ἐν Ἄργει, μή σε τιμωρούμενοι.
Δημοφῶν
  1. φθείρου· τὸ σὸν γὰρ Ἄργος οὐ δέδοικʼ ἐγώ.
  2. ἐνθένδε δʼ οὐκ ἔμελλες αἰσχύνας ἐμὲ
  3. ἄξειν βίᾳ τούσδʼ· οὐ γὰρ Ἀργείων πόλει
  4. ὑπήκοον τήνδʼ ἀλλʼ ἐλευθέραν ἔχω.
Χορός
  1. ὥρα προνοεῖν, πρὶν ὅροις πελάσαι
  2. στρατὸν Ἀργείων·
  3. μάλα δʼ ὀξὺς Ἄρης ὁ Μυκηναίων,